Ἐκκλησιαστικοὶ Ὕμνοι | Λειτουργικά Κείμενα | Χριστούγεννα
Ὁ Κανὼν τοῦ Κοσμᾶ τοῦ Μελῳδοῦ,
φέρων Ἀκροστιχίδα τήν δε·
Χριστὸς βροτωθείς, ἦν ὅπερ Θεὸς μένῃ.
ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.
Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ᾿ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἐπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός· ὅτι δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσὶν ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται· τοῦτον δὲ ἐκ Παρθένου, θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς· ὅτι δεδόξασται.
Σοφία Λόγος καὶ Δύναμις, Υἱὸς ὢν τοῦ Πατρὸς καὶ ἀπαύγασμα. Χριστὸς ὁ Θεὸς δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς· ὅτι δεδόξασται.
ᾨδὴ γ´. Ὁ Εἱρμός.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν· Ὁ δι᾿ ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκὼς καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ᾿ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
ᾨδὴ δ´. Ὁ Εἱρμός.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι· Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων πάσης γῆς, κρατοῦντες προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε´. Ὁ Εἱρμός.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ· ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκὸν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι᾿ ἧς καταλλαγέντες, Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε, φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ· τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ, τῶν ἀλόγων ἀνακλίνεται· ῥάκει, σπαργανοῦται λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος, ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται· τοῦ δὲ μέλλοντος οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται, τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος, ἰσχυρὸς Θεός ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δὸξα Κυρίου γὰρ αὐτοὺς περιέλαμψε καὶ Ἄγγελος, Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ῥῆμα τί τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Ὁ Εἱρμός.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἕλκει Βαβυλῶνος ἡ Θυγάτηρ παῖδας, δορυκτήτους Δαυῒδ ἐκ Σιών· ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυῒδ θεοδόχον Θυγατέρα λιτανεύσοντας· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾖδον ἐν νόθοις οἱ παῖδες Σιών. Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο· θησαυροὺς Χριστὸς ἐν Σιὼν δὲ ταύτης, καὶ βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ὁ Εἱρμός.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Νεηγενές, Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστιν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Ἠκρίβωσε χρόνον, Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ᾿ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Share this post