Truth Seeker
Ecclesia
Καθίσματα τοῦ Ὄρθρου τῶν Χριστουγέννων
0:00
-5:29

Καθίσματα τοῦ Ὄρθρου τῶν Χριστουγέννων

Ἡ Ὀρθόδοξη Ἐκκλησιαστικὴ Βυζαντινῆ Χορωδία ψάλλει τὰ Καθίσματα τοῦ Ὄρθρου τῆς Ἑορτῆς τῶν Χριστουγέννων ὑπό τήν διεύθυνση καὶ τήν διδασκαλία τοῦ μουσικοδιδασκάλου Μιχάλη Μακρῆ.

Ἐκκλησιαστικοί Ὕμνοι | Λειτουργικά Κείμενα | Χριστούγεννα


Ὁ Μιχάλης Μακρῆς διευθύνει τὴν Ὀρθόδοξη Ἐκκλησιαστικὴ Βυζαντινῆ Χορωδία.

Καθίσματα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον· Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι’ ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

Discussion about this episode

User's avatar