Παρακλητικὸς Κανὼν εἰς τὸν Ἃγιον Ἱερομάρτυρα καὶ Θαυματουργόν Χαραλάμπην
Ποίημα ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου.
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν ΡΜΒ ́ (142) ψαλμόν·
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλουσου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Μεθ’ ὃν τὸ Θεὸς Κύριος καὶ τὰ ἑξῆς Τροπάρια.
Ἦχος δ ́. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χαραλάμπους τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτῷ· πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, τάχυνον καὶ κόπασον, τοῦ πανώλους τὴν θραῦσιν, ταῖς πρὸς Χριστὸν εὐχαῖς σου ἀθλητά, ἵνα σε πάντες ἀεὶ μακαρίζωμεν.
Δόξα Πατρί. Τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Εἶτα τὸν Ν ́ ψαλμόν·
Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς τὸν Κανόνα.
ᾨδὴ α ́. Ἦχος πλ. δ ́. Ἁρματηλάτην Φαραώ.
Πᾶσαν νικῶντα θεραπείαν βλέποντες, καὶ μηχανὴν ἰατρῶν, τὸν νῦν ἐπελθόντα, λοιμὸν τοῖς οἰκέταις σου, πίστει θερμῇ προστρέχομεν, τῇ ἁγίᾳ σου σκέπῃ, ἱερομάρτυς Χαράλαμπες, πρόφθασον ἡμᾶς κινδυνεύοντας.
Καθάπερ ἄλλος Ἀαρὼν Χαράλαμπες, ἐν μέσῳ στὰς τῶν νεκρῶν, καὶ τῶν τεθνεώτων, τὴν φορὰν τὴν ἄσχετον, τοῦ νῦν θανάτου κόπασον· προσευχῶν σου δὲ Πάτερ, προσενεγκὼν τὸ θυμίαμα, τὴν ὀργὴν Κυρίου κατάπαυσον.
Πανωλεθρίαν τὴν δεινὴν θεώμενος, τοῦ βροτοκτόνου λοιμοῦ, Ἱερεῦ Κυρίου, ἔνδοξε Χαράλαμπες, σπλαγχνίσθητι καὶ τάχυνον, εὐμενίσας τὰ σπλάγχνα, Θεοῦ τοῦ φύσει οἰκτίρμονος, ἅπερ καθ’ ἡμῶν παρωργίσαμεν.
Θεοτοκίον
Καιρὸς κακῶν, καιρὸς ὀργῆς κατέλαβε, τοὺς ταλαιπώρους ἡμᾶς· ὁ λοιμὸς γὰρ πάντας, χλόην ὥσπερ ἔκειρε, Μαρία Μητροπάρθενε, δράμε πρόφθασον τάχος, καὶ τὸν Υἱόν σου ἱλέωσαι, ἐφ’ ἡμῖν τοῖς ἄμετρα πταίσασιν.
ᾨδὴ γ ́. Οὐρανίας ἁψῖδος.
Ζωηφόρος ἐν αὔραις, σῶν πρεσβειῶν Ἅγιε, τὸν διεφθαρμένον ἀέρα λοιμοῦ ἀπέλασον, ὃν ἀναπνέοντες, τὴν γῆν οἱ ταύτην οἰκοῦντες, θάνατον ἐπώδυνον τάχος λαμβάνουσιν.
Ὡς τοὺς στάχυς θερίζει, τὸ τμητικὸν δρέπανον, οὕτως ὁ λοιμὸς ἐκθερίζει ἀνθρώπους ἅπαντας. Μάρτυς Χαράλαμπες, σύγκοψον τούτου τὴν θραῦσιν, καὶ θανάτου λύτρωσαι τοὺς προσφυγόντας σοι.
Ἐχωρίσθημεν οἴμοι! ἀναστροφῆς Ἅγιε, καὶ ἐπιμιξίας ἁπάσης ἀλλήλων εἴρχθημεν, πανώλους δείματι· σὺ οὖν ἐκ μέσου ποιήσας, τοῦτον ἡμᾶς ἕνωσον αὖθις πρεσβείαις σου.
Θεοτοκίον
Ἴδε Δέσποινα κόσμου, ἴδε λαοῦ κάκωσιν, τοῦ ἀγορασθέντος τιμίῳ Υἱοῦ σου αἵματι, καὶ οἰκτιρήσασα, τοῦτον ὡς εὔσπλαγχνος Μήτηρ, τοῦ λοιμοῦ ἀπάλλαξον τοῦ πανδαμάτορος.
Διάσωσον ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου Ἱερομάρτυς Χριστοῦ, ἡμᾶς τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ Ἱερεύς, δι ̓ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε, ἐλέησον τρὶς εἰς ἑκάστην δέησιν.
Μετὰ τὴν ἐκφώνησιν τὸ ἑπόμενον Κάθισμα.
Ἦχος β ́. Πρεσβεία θερμή.
Πολλοῖς ἐν κακοῖς, κυκλούμεθα οἱ τάλανες, ἐντεῦθεν λοιμοῦ, τῷ φόβῳ συνεχόμενοι· ἐκεῖθεν δὲ κατεχόμενοι, συγκλεισμῷ καὶ στερούμενοι, τῶν ἀναγκαίων σὲ αἰτοῦμεν ἀθλητά, κατοικτειρῆσαι ἡμᾶς κινδυνεύοντας.
ᾨδὴ δ ́. Σύ μου ἰσχὺς Κύριε.
Ὅπου ἡ σή, ἐπισκιάζει Χαράλαμπες, θεία χάρις, καὶ σεπτόν σου ὄνομα, ἐπικαλεῖται πίστει θερμῇ, ἐκεῖθεν ἡ νόσος, ἡ τοῦ λοιμοῦ ἐκδιώκεται· διὸ ἐκδιωξάτω, καὶ νῦν τοῦτον σὴ χάρις, ἀφ’ ἡμῶν τῶν καλούντων σὸν ὄνομα.
Βλέψον ἡμᾶς, κακὰ παθόντας τὰ ἔσχατα, ἀθλοφόρε, καὶ ἵλεως φάνηθι· ἰδοὺ γὰρ πάντας ὁ νῦν λοιμός, ἀοίκους πλανήτας, ἀνέδειξε καὶ ἀπόλιδας. Θάνατος γὰρ ἐν οἴκοις, θάνατος ἐν πλατείαις, καὶ ἐν πόλει καὶ κώμῃ νῦν θάνατος.
Πρὶν μὲν Δαυΐδ, βλέπων τὸν Ἄγγελον κτείνοντα, μυριάδας, τοῦ λαοῦ ἱλέωσε, τοῦτον θυσίᾳ ἐν αἰσθητῇ· σὺ δὲ ἀθλοφόρε, ὁρῶν λοιμὸν τὸν συγκόπτοντα, τὰ πλήθη Χριστωνύμων, πρεσβειῶν σου θυσίᾳ, νοερᾷ Θεὸν ἵλεων ἔργασαι.
Θεοτοκίον
Μῆτερ Θεοῦ, τῶν κοπετῶν νῦν ἐπάκουσον, καὶ τῶν θρήνων, οὕσπερ οἱ οἰκέται σου, ἐπὶ νεκροῖς ποιοῦσιν αὑτῶν. Πτώματα γὰρ τούτων, πολλάκις μένουσιν ἄταφα, ὀρνέοις καὶ θηρίοις, οἴμοι κείμενα βρῶσις· συμφορὰν τοίνυν τούτων οἰκτείρησον.
ᾨδὴ ε ́. Ἵνα τί με ἀπώσω.
Ὁ φλογίζων πανώλης, καὶ τὴν φλογερὰν προσλαβόμενος ἔξωθεν, ὥραν τὴν τοῦ θέρους, Βαβυλῶνος ὡς κάμινος γέγονεν, ἐμπιπρῶν αὐτίκα, τοὺς ὑπ’ αὐτοῦ κατεχομένους. Ἀλλὰ σὺ τοῦτον Μάρτυς κατάσβεσον.
Ἡ πληγὴ ἡ δεκάτη, νῦν τοῦ Φαραὼ ἡμᾶς πάντας κατέλαβε· νῦν ὁ ὀλοθρεύων, ἐν οἰκίαις ἡμῶν πάντας ἔκτεινεν, Ἱερεῦ Κυρίου, αἷμά σου δεῖξον τῷ Δεσπότῃ, καὶ εὐθὺς ἐκδιώξει τὸν ὄλεθρον.
Τὴν Χριστοῦ θείαν ποίμνην, ἔθυσεν ἐσπάραξε κατεθοινήσατο, ὁ λοιμὸς ὡς πάνθηρ· ἀλλὰ σὺ πρεσβειῶν σου Χαράλαμπες, σιδηρᾷ ἐν ῥάβδῳ, πάταξον τοῦτον διατάχους, καὶ τῆς λύμης αὐτοῦ ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Εὐκατάπρηστος ὕλη, ἡ ἡμῶν κακία Παρθένε γεγένηται, ἐξ ἧς συνετράφη, ὁ λοιμὸς καὶ τοὺς πάντας κατέφλεξε· σὺ οὖν ὡς ἀΰλου, πυρὸς δοχεῖον φλέξον ὕλην, καὶ ὁ φλέγων λοιμὸς συμφλεχθήσεται.
ᾨδὴ ϛ ́. Τὴν δέησιν ἐκχεῶ.
Τὴν ἄμπελον, τοῦ Θεοῦ τὴν εὔκαρπον, ἐξ Αἰγύπτου ὁ Χριστὸς ἣν μετῆρε, τῆς σκοτεινῆς, ἀθεΐας καὶ πλάνης, ὡς μονιὸς ὁ λοιμὸς ἐνεμήσατο· Χαράλαμπες μάρτυς Χριστοῦ, τοὺς ὀδόντας αὐτοῦ τάχει σύντριψον.
Σοὶ δέδοται, χάρις αὕτη Ἅγιε, ἐξαιρέτως παρὰ πάντας Ἁγίους, παύειν λοιμοῦ, πανωλέθρου τὴν νόσον. Ἀλλὰ καὶ νῦν ταύτην ἔμπρακτον ποίησον, διώξας τάχος τὸν λοιμόν, ἐξ ἡμῶν τῶν ἐν πίστει τιμώντων σε.
Ὡς δράκοντα, Δανιὴλ διέρρηξε, Βαβυλώνιον τεχνάσματι θείῳ, οὕτω καὶ σύ, ὦ Χαράλαμπες Μάρτυς, τὸν λαὸν τοῦ Θεοῦ λυμαινόμενον, διάρρηξον σῶν πρεσβειῶν, τῷ φαρμάκῳ λοιμὸν τὸν Αἰγύπτιον.
Θεοτοκίον
Προσπέσωμεν, ἀδελφοὶ καὶ κλαύσωμεν, καὶ Χριστῷ μετανοήσωμεν πάντες, ἀπὸ ψυχῆς καὶ καρδίας βοῶντες· φεῖσαι λαοῦ σου φιλάνθρωπε Κύριε, καὶ παῦσον θραῦσιν τοῦ λοιμοῦ, δραστικαῖς τῆς Μητρός σου δεήσεσι.
Διάσωσον, ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου, Ἱερομάρτυς Χριστοῦ ἡμᾶς τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς μνημονεύει ὡς συνήθως. Κοντάκιον.
Ἦχος β ́. Προστασία τῶν Χριστιανῶν.
Ἱερεῦ τοῦ Χριστοῦ, καὶ θῦτα ἐννομώτατε, ἀθλητῶν καλλονή, καὶ Μάρτυς γενναιότατε, ἱερὲ Χαράλαμπες μεσίτευσον Χριστῷ, ὅπως ἐξάρῃ τοῦ λοιμοῦ, τὴν βαρυτάτην συμφοράν, τὴν ἡμᾶς κατατρύχουσαν· ἔχεις τὰ δυσωποῦντα, τοῦτον τίμια πάθη, καὶ τὸ Μαρτύριον τὸ σόν, ὃ δι’ αὐτὸν χαίρων ἤνυσας.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (24, 4-8).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε μὴ θροεῖσθε. Δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ’ οὔπω ἐστὶ τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Καὶ ἔσονται λοιμοὶ καὶ λιμοί, καὶ σεισμοὶ κατὰ τόπους. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Ὁ χορὸς·
Δόξα Πατρί. Ἦχος β ́.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β ́. Ὅλην ἀποθέμενοι.
Θύτην ἐννομώτατον, καὶ ἀθλοφόρον Κυρίου, πολιὰν σεβάσμιον, γηραλέον φρόνημα, καὶ πᾶν τίμιον, κεφαλὴν θείαν τε, αὐτουργὸν θαυμάτων, ἐλατῆρα πανδαμάτορος, λοιμοῦ γινώσκοντες, σὲ ἱερομάρτυς Χαράλαμπες, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ ἀντιλήψει προστρέχομεν· ἴδε οὖν παμμάκαρ, τὴν θλῖψιν καὶ τὴν κάκωσιν ἡμῶν, καὶ λῦσον τάχος τὸν κίνδυνον, τοῦ πανώλους Ἅγιε.
Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου ἐνδόξου πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Γρηγορίου Θεσσαλονίκης, Διονυσίου Αἰγίνης, Νεκταρίου Πενταπόλεως καὶ Λουκᾶ Συμφερουπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου, Μηνᾶ τοῦ Θαυματουργοῦ, τῶν Ἱερομαρτύρων Ἰγνατίου, Πολυκάρπου, Χαραλάμπους, Ἐλευθερίου καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ, τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Παντελεήμονος, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν Ἀντωνίου τοῦ μεγάλου, Παχωμίου καὶ Θεοδοσίου τῶν Κοινοβιαρχῶν, Παϊσίου τοῦ μεγάλου, Ἐφραὶμ καὶ Ἰσαὰκ τῶν Σύρων, Μαξίμου τοῦ Ὁμολογητοῦ, Συμεὼν τοῦ Νέου Θεολόγου, Ἰωάννου τοῦ Ρώσου, Δαυῒδ τοῦ Γέροντος, Νικολάου τοῦ Πλανᾶ, Ἀρσενίου τοῦ Καππαδόκου καὶ Παϊσίου τοῦ Ἁγιορείτου· τοῦ ὁσίου Ἀθανασίου, καὶ πάντων τῶν ἐν ἀσκήσει καὶ ἀθλήσει ἐν Ἁγίῳ Ὄρει λαμψάντων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν Ἁγίων (τῆς ἡμέρας), ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Καὶ ὁ χορὸς ψάλλει τὸ Κύριε, ἐλέησον (ιβ ́).
Ὁ Ἱερεύς· Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν. Καὶ ἀποπληροῖ τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ ́. Παῖδες Ἑβραίων.
Ἵνα σε πάντες εὐφημῶμεν, ἵνα μέλπωμεν, ἀεὶ τὸ ὄνομά σου, ἐξελοῦ πειρασμοῦ, λοιμοῦ πανωλεθρίου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὦ Χαράλαμπες τρισμάκαρ.
Νέφος θανάτου ὀξυτάτου, κατεκάλυψεν, ἡμᾶς τοὺς σοὺς οἰκέτας· πρεσβειῶν σου πνοαῖς, σκέδασον τοῦτο μάκαρ, καὶ τῆς ζωῆς ἀνάτειλον, καθαρὰν ἡμῖν αἰθρίαν.
Λαίλαψ καθάπερ ἐμπεσοῦσα, διετάραξε τὸν βίον ἡμῶν πάντων, ὁ πανώλης λοιμός· ἀλλὰ σὺ Ἀθλοφόρε, εἰς σταθηρὰν μετάβαλε, τὴν ζωὴν ἡμῶν γαλήνην.
Θεοτοκίον
Λύτειρα λύπης Θεοτόκε, καὶ εὐρύχωρον δοχεῖον χαρᾶς κόσμου, λῦσον λύπης πικρᾶς, λοιμοῦ τοῦ βροτοκτόνου, ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ χαρὰν ἡμῖν παράσχου.
ᾨδὴ η ́. Τὸν ἐν ὄρει.
Σωφρονίζων, ὡς δούλους ἀτακτοῦντας, ὁ Δεσπότης, ἡμᾶς λοιμῷ μαστίζει· ἐὰν λοιπὸν σωφρονισθῶμεν ἅπαντες, λύσει τὴν παιδείαν, ὡς Θεὸς ἐλέους, πρεσβείαις Χαραλάμπους.
Φεῖσαι φεῖσαι, λαοῦ τοῦ χριστωνύμου, ἀθλοφόρε, καὶ μάχαιραν Κυρίου, τὴν ἡβηδὸν τοὺς πάντας ἀποσφάττουσαν, ἤδη ἀοράτως, στρέψον εἰς τὴν θήκην, σαῖς δραστικαῖς πρεσβείαις.
Ἠρημώθη, ἡ πόλις ἡμῶν πᾶσα, καὶ αἱ κῶμαι, ἐγένοντο νῦν πόλεις καὶ ἐρημίαι, κατοικίαι ὤφθησαν, τοῦ λοιμοῦ τῷ φόβῳ· ὃν ἀποδιώξαις ταῖς σαῖς πρεσβείαις μάκαρ.
Θεοτοκίον
Χριστοῦ Μήτηρ, καὶ Μήτηρ Χριστωνύμων, σὺ ὑπάρχεις, Παρθένε· διὸ τάχος, τὰ κατὰ χάριν τέκνα σου ἐλέησον, ἡμᾶς κακωθέντας, καὶ σωφρονισθέντας τῇ τοῦ λοιμοῦ παιδείᾳ.
ᾨδὴ θ ́. Ἐξέστη ἐπὶ τούτῳ.
Παυσώμεθα τοῦ εἶναι ἄνδρες λοιμοί, ἐν καθέδρᾳ λοιμῶν καθεζόμενοι, καὶ τῶν κακῶν, ἀλλήλοις γενόμενοι ἀρχηγοί, μεταδιδόντες ἅπασι, τῆς διαφθειρούσης λύμης ψυχάς· καὶ παύσεται αὐτίκα, λοιμὸς ὁ τῶν σωμάτων, ὁ πάντας φθείρων τοὺς ἐγγίζοντας.
Παρέβημεν Κυρίου τὰς ἐντολάς, τὰς ζωὴν προξενούσας τοῖς πράττουσι, πάντες ἡμεῖς· διὰ τοῦτο πρόστιμον καὶ ποινήν, τὸν θάνατον νῦν εὕρομεν, καὶ τὴν τοῦ πανώλους διαφθοράν· θάνατος γὰρ ὑπάρχει, καθὼς βοᾷ ὁ Παῦλος, τῆς ἁμαρτίας τὰ ὀψώνια.
Δόξα Πατρί.
Οὐκ ἔχομέν τι δῶρον προσενεγκεῖν, ἱκανὸν δυσωπῆσαι Χαράλαμπες, οὐκ ἀρετάς, οὐ κατορθωμάτων ἴχνος βραχύ· θερμὰ μικρά σοι δάκρυα, ταῦτα προσενέγκομεν ἐκ ψυχῆς, καὶ στεναγμοὺς ὀλίγους, οὓς πρόσφερε Κυρίῳ, καὶ λοιμοῦ σῶσον πανδαμάτορος.
Καὶ νῦν.
Παράλαβε Παρθένε πάντας χορούς, τῶν ἀΰλων Ἀγγέλων Ἁγίων τε, καὶ ἐκτενῆ, ποίησον πρεσβείαν τῷ σῷ Υἱῷ· δεῖξον μαστοὺς καὶ χεῖράς σου, δεῖξον σπόγγον λόγχην καὶ τὸν σταυρόν, τὰ σὰ καὶ τὰ ἐκείνου, καὶ οὕτω παῦσον Κόρη, λοιμοῦ τὴν νόσον τὴν πανώλεθρον.
Εἶτα·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια τοῦ Ἁγίου.
Τὸν ἐν Ἱερεῦσι θαυματουργόν, καὶ ἐν ἀθλοφόροις, ἀπροσμάχητον βοηθόν, τὸν τοῦ βροτοκτόνου, πανώλους ἐλατῆρα, τὸν μέγαν Χαραλάμπη ὕμνοις τιμήσωμεν.
Ἔχοντες Ναόν σου τὸν Ἱερόν, τοῦτον ἀθλοφόρε, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ, καιρῷ τῷ τοῦ πανώλους, καὶ ἐπηρείας πάσης αὐτοῦ λυτρούμεθα.
Σκέπε φρούρει φύλαττε Ἀθλητά, τοὺς ὑπὸ τὴν σκέπην, καταφεύγοντας νῦν τὴν σήν, καὶ ῥῦσαι ἐκ βλάβης, λοιμοῦ τοῦ πανωλέθρου, ταῖς θείαις σου πρεσβείαις μάρτυς Χαράλαμπες.
Μέγα σου τὸ ὄνομα ὁ Χριστός, καὶ τὴν δόξαν πᾶσιν, Ὀρθοδόξοις Χριστιανοῖς, ἐποίησε Μάρτυς, Χαράλαμπες γενναῖε, λοιμοῦ σε ἀναδείξας, ῥύστην ὀξύτατον.
Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν πάρεστι χρεία, βοηθείας Μάρτυς Χριστοῦ· λύτρωσαι οὖν πάσης, ἀνάγκης τοῦ πανώλους, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.
Εἶτα τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ. Καὶ εὐθὺς·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος, τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου, ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν, μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ παρόντα.
Ἦχος β ́. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, μάρτυς Χαράλαμπες, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως. Κατ’ ἐξαίρετον τρόπον δέ, τῆς νῦν κατεχούσης, ἀνάγκης ἀπάλλαξον, τοῦ πανωλέθρου λοιμοῦ, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σῳζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρωμεν.
Ἦχος πλ. δ ́.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β ́.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς· Δι’ εὐχῶν.
ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἦχος δ΄ . Ταχύ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τήν σκοτόμαιναν μάκαρ, διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
ΚΟΝΤΑΚΙΟΝ
Ἦχος δ΄ . Ἐπεφάνης σήμερον.
Ὡς φωστήρ ἀνέτειλας ἐκ τῆς ἑῴας, καί πιστούς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες· ὅθεν τιμῶμεν τὴν θείαν σου ἄθλησιν.
ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Τὸν ἐν Ἀθλοφόροις ἱερουργόν, καὶ ἐν ἱερεῦσιν, ἱερώτατον Ἀθλητήν, τῶν θαυμάτων ῥεῖθρα, πηγάζοντα τῷ κόσμῳ, τὸν μέγαν Χαραλάμπην, ὕμνοις τιμήσωμεν.