Ἡ Μετάστασις τῆς Θεοτόκου
Ἡ Κυρία ἡμῶν Θεοτόκος, μετά τήν ἐν τῷ τάφῳ τριήμερον αὑτῆς Κοίμησιν, ὄχι μόνον μετέστη, ἀλλά καί ἀνέστη ἀπό τοῦ τάφου, καί ἀνελήφθη εἰς τούς oὐρανούς.
Ἅγιοι Τόποι | Ὑπεραγία Θεοτόκος | Πάνσεπτο Θεομητορικό Μνήμα τῆς Γεθσημανῆς
Ὁ Μέγας Συναξαριστής τῆς Ὁρθοδόξου Ἐκκλησίας | ΤΟΜΟΣ Η! | ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ
Σημειοῦμεν ἐνταῦθα, ὅτι ἡ Κυρία ἡμῶν Θεοτόκος, μετὰ τὴν ἐν τῷ τάφῳ τριήμερον αὑτῆς Κοίμησιν, ὄχι μόνον μετέστη, ἀλλὰ καὶ ἀνέστη ἀπὸ τοῦ τάφου, καὶ ἀνελήφθη εἰς τοὺς Οὐρανούς, ἤτοι ἑνώθη πάλιν ἡ ὁλόφωτος αὐτῆς ψυχὴ μετὰ τοῦ θεοδόχου αὐτῆς σώματος, καὶ οὕτως ἀνέστη ἀπὸ τοῦ τάφου. Καὶ μετὰ τὴν ἀνάστασίν της, εὐθὺς ἀνελήφθη σύσσωμος εἰς τοὺς Οὐρανούς, μᾶλλον δὲ καὶ ὑπὲρ Οὐρανούς. Ὅτι δὲ ταῦτά ἐστιν ἀληθῆ, βεβαιοῦσι τὰ πνευματοκίνητα στόματα τῶν ἱερῶν Θεολόγων. Ὁ μὲν γὰρ θεσπέσιος Ἀνδρέας ὁ Κρήτης, ἐν ἑνὶ τῶν εἰς τὴν Κοίμησιν τριῶν ἐγκωμίων αὑτοῦ, οὗ ἡ ἀρχή· «Μυστήριον ἡ παροῦσα πανήγυρις», οὕτω γράφει· «Πῶς οὐκ ἀψευδὴς ἡ μετάθεσις; ἐπεὶ καὶ τἄλλα συνέδραμε. Ψυχῆς διάστασις ἀπὸ σώματος· συνθέτου λύσις· μερῶν διάζευξις· ἀνάλυσις, ἐπίζευξις (ἤτοι ἕνωσις ψυχῆς μετὰ σώματος), σύμπηξις (ἤτοι ἀνάστασις) καὶ πρὸς τὸ ἀφανὲς ὑποχώρησις». Ὁ Δαμασκηνὸς Ἰωάννης ἐν ἑνὶ τῶν εἰς τὴν Κοίμησιν τριῶν λόγων αὐτοῦ, οὗ ἡ ἀρχή· «Ἔθος ἐστὶ τοῖς ἐρωτικῶς πρός τι διακειμένοις», οὕτω φησίν· «Ἔδει καθάπερ χρυσὸν ἀποβαλοῦσαν τὸ γεῶδες καὶ ἀλαμπὲς τῆς θνητότητος πάχος, ὡς ἐν χωνεύσει τῷ θανάτῳ σάρκα (τῆς Θεοτόκου) ἄφθαρτον καὶ καθαρὰν τῷ φέγγει τῆς ἀφθαρσίας ἐκλάμπουσαν, ἐξαναστῆναι τοῦ μνήματος. Σήμερον ἀρχὴν λαμβάνει (ἡ Θεοτόκος) δευτέρας ὑπάρξεως (ἥτις ἐστὶν ἡ ἀνάστασις) ὑπὸ τοῦ δόντος αὐτῇ τὴν ἀρχὴν τῆς προτέρας ὑπάρξεως». Τούτοις συμμαρτυρεῖ καὶ ὁ ἱερὸς Κοσμᾶς οὕτως ᾄδων ἔν τινι τροπαρίῳ τῆς πρώτης ᾠδῆς τοῦ εἰς τὴν Κοίμησιν Κανόνος αὑτοῦ· «Διὸ θνήσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα».
Καθαρώτατα δὲ καὶ σαφέστατα τοῦτο παρίστησιν ὁ τῆς Θεσσαλονίκης θεῖος Γρηγόριος ὁ Παλαμᾶς, ἐν τῷ εἰς τὴν Κοίμησιν λόγῳ αὑτοῦ, οὕτω πανηγυρίζων· «Μόνη αὕτη νῦν μετὰ τοῦ θεοδοξάστου Σώματος σὺν τῷ Υἱῷ τὸν οὐράνιον ἔχει χῶρον… εἰ γὰρ ψυχὴ Θεοῦ χάριν ἔνοικον σχοῦσα πρὸς Οὐρανὸν ἀνέρχεται τῶν ἐνταῦθα λυθεῖσα… πῶς ἄν, τὸ μὴ μόνον ἐν ἑαυτῷ λαβὸν αὐτὸν τὸν προαιώνιον καὶ μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὴν ἀένναον πηγὴν τῆς χάριτος, ἀλλὰ καὶ γεννητικὸν ἀναφανὲν αὐτοῦ σῶμα, οὐκ ἀπὸ γῆς πρὸς Οὐρανὸν ἀνελήφθη; Διὰ τοῦτο, τὸ γεννῆσαν εἰκότως σῶμα, συνδοξάζεται τῷ γεννήματι δόξῃ θεοπρεπεῖ, καὶ συνανίσταται, κατὰ τὸ προφητικὸν ᾆσμα, τῷ πρότερον ἀναστάντι τριημέρῳ Χριστῷ, ἡ Κιβωτὸς τοῦ ἁγιάσματος αὐτοῦ. Καὶ παράστασις γίνεται τοῖς μαθηταῖς τῆς ἐκ νεκρῶν αὐτῆς ἀναστάσεως, αἱ σινδόνες καὶ τὰ ἐντάφια μόνα περιλειφθέντα τῷ τάφῳ, καὶ μόνα κατ’ αὐτὸν εὑρεθέντα τοῖς κατὰ ζήτησιν προσελθοῦσι, καθάπερ ἐπὶ τοῦ Υἱοῦ καὶ Δεσπότου πρότερον. Οὐκ ἦν δὲ χρεία καὶ ταύτην ἔτι προσολίγον, καθάπερ ὁ ταύτης Υἱὸς καὶ Θεός, διατρίψαι τῇ γῇ. Διὰ τοῦτο πρὸς τὸν ὑπερουράνιον εὐθὺς ἀνελήφθη χῶρον ἀπὸ τοῦ τάφου».
Ἀλλὰ καὶ ὁ Θεόδωρος ὁ Στουδίτης τοῦτο βεβαιοῖ ἐν τῷ εἰς τὴν Κοίμησιν λόγῳ αὑτοῦ. Ὡσαύτως δὲ καὶ ὁ θεῖος Μάρκος ὁ Ἐφέσου ἐν τοῖς εἰς τὴν Κοίμησιν ὀκτωήχοις Κανόσιν αὐτοῦ, οὕτω λέγει ἔν τινι τροπαρίῳ τῆς ἐνάτης ᾠδῆς τοῦ βαρέος ἤχου· «Μεγαλυνέσθω εὐφήμοις ᾠδαῖς ἡ Πάναγνος, μακαριζέσθω ἀξίως ἡ Παμμακάριστος, ὅτι νενέκρωται καὶ ἐγήγερται πάλιν ὡς Μήτηρ τοῦ Κυρίου, εἰς πίστωσιν ἐσχάτης ἀναστάσεως ἣν ἐλπίζομεν». Καὶ ἐν ἄλλῳ τροπαρίῳ τῆς ς΄ ᾠδῆς τοῦ πλαγίου δ΄ ἤχου οὕτω φησί· «Νέκρωσιν ἡ τῆς ζωῆς Μήτηρ δέχεται, καὶ τάφῳ τεθεῖσα, μετὰ τρίτην ἡμέραν, εὐκλεῶς ἐξανίσταται εἰς αἰῶνας τῷ Υἱῷ συμβασιλεύουσα, καὶ αἰτοῦσα τὴν τῶν πταισμάτων ἡμῖν ἄφεσιν». Παρίημι λέγειν, ὅτι καὶ ἐν τῷ κοινῷ Ὡρολογίῳ γράφεται περὶ τῆς ὑψώσεως τῆς Παναγίας, ὅτι οἱ μαθηταὶ τῷ τάφῳ προσελθόντες, καὶ μὴ εὑρόντες τὸ Πανάγιον τῆς Θεοτόκου σῶμα, ἐπείσθησαν ἀληθῶς, ὅτι σύσσωμος, ζῶσα, καὶ τριήμερος, ὡς ὁ Υἱὸς αὐτῆς, ἐκ νεκρῶν ἀναστάσα καὶ μεταστάσα, εἰς Οὐρανοὺς μεταβέβηκε.
Εἰ δὲ καὶ προβάλοι τινὰς τὸ Κάθισμα ἐκεῖνο τὸ λέγον· «Εἰς τὰ Οὐράνια, ἡ νοερά σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ ἱερά σου Σκηνή». Ἀποκρινόμεθα: Πρῶτον, ὅτι τὸ Κάθισμα αὐτὸ εἶναι ἀνωνύμου ποιητοῦ, καὶ οὐχὶ Ἰωάννου τοῦ Δαμασκηνοῦ, καὶ δεύτερον, ὅτι τὸ Κάθισμα αὐτὸ ἐν τοῖς χειρογράφοις βίβλοις οὕτως εὑρίσκεται γεγραμμένον· «Εἰς τὸν Παράδεισον, ἡ νοερά σου ψυχή, ὡς θεοπρόστακτον, Μαρία ἄχραντε, τοῖς Ἀποστόλοις ἐν φωνῇ, Παναγία παραδέδοται». Ἐκ δὲ τῶν ἀμφιλεγομένων, οὐδὲν βέβαιον συμπεραίνεται. Ἄλλως τε δέ, καὶ ὁ Παράδεισος νοητῶς ἐννοεῖται, καὶ ἀντὶ τοῦ Οὐρανοῦ παραλαμβάνεται, ὡς λέγει ὁ ἱερὸς Θεοφύλακτος, ἑρμηνεύων τὸ, «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ».
Διατί δὲ οὐ δημοσιεύεται ἐπ’ Ἐκκλησίας ἡ τῆς Θεοτόκου ἀνάστασις καὶ ἀνάληψις, ἀλλὰ Μετάστασις μόνον αὐτῆς λέγεται; Εἰς τοῦτο ἀποκρίνονται μερικοί. Πρῶτον, ὅτι ἡ τῆς Θεοτόκου ἀνάστασις καὶ ἀνάληψις δὲν εἶναι μαρτυρημένη ἐν ταῖς θείαις Γραφαῖς, καθὼς εἶναι ἡ τοῦ Υἱοῦ αὐτῆς καὶ Θεοῦ Ἀνάστασις καὶ Ἀνάληψις. Δεύτερον, διατὶ ἡ τῆς Θεοτόκου ἀνάστασις καὶ ἀνάληψις, δόγμα ἐστὶ μυστικόν, ἐν μόνοις τοῖς λόγοις τῶν Πατέρων σημειούμενον, καὶ οὐχὶ κήρυγμα. Ὅθεν καὶ σιωπᾶται, ἐπεὶ κατὰ τὸν Μέγαν Βασίλειον, «Τὰ μὲν δόγματα σιωπᾶται, τὰ δὲ κηρύγματα δημοσιεύεται» (καν. Ϟα΄). Ἀποκρίνονται δὲ καὶ τρίτον, ὅτι ἡ Μετάστασις εἶναι καθολικωτέρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως. Καθότι πᾶν τὸ ἀναστηθὲν ἢ ἀναληφθέν, μεθίσταται κατὰ τόπον. Ὅθεν ἡ Μετάστασις λεγομένη ἐπὶ τῆς Θεοτόκου, καὶ τὴν ἀνάστασιν αὐτῆς συμπεριλαμβάνει καὶ τὴν ἀνάληψιν. Ἐκ τῶν εἰρημένων λοιπὸν ἔγινε δῆλον, ὅτι οἱ φρονοῦντες, ὅτι ἡ Θεοτόκος οὐκ ἀνέστη, ἤτοι δὲν ἑνώθη ἡ ἁγιωτάτη αὐτῆς ψυχὴ μετὰ τοῦ ἀχράντου αὐτῆς σώματος, ἀλλ’ οὐδὲ τὸ σῶμα αὐτῆς ἐστὶ ζωντανὸν ἐν Οὐρανοῖς, ἀλλὰ νεκρόν, ὡς χωρισμένον τῆς ζωοποιούσης αὐτὸ ψυχῆς, οὐκ ὀρθῶς τοῦτο φρονοῦσιν.
Ὁ Μέγας Συναξαριστής τῆς Ὁρθοδόξου Ἐκκλησίας ἐκδίδεται ἀναλώμασι καί ἐπιμελείᾳ ὑπό τοῦ Ἐπισκόπου Οἰνόης Ματθαίου Λαγγῆ