«Ἄνθρωπον οὐκ ἔχω»
Καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον καὶ περιπάτει.
Πεντηκοστάριον | Λειτουργικά Κείμενα
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ (Ἰω. θ΄ 35-38)
Εἰς τὴν Λιτήν
Δόξα. Ἦχος πλ. α΄
Ποίημα τοῦ Κουμουλᾶ.
Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε, ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ, ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι. Καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον ἅγιε, ὡς φιλάνθρωπος.
Ὑπόμνημα τοῦ Πεντηκοσταρίου
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.
Στίχοι
Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.
Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.