Ἱερὸς Ναὸς Ἁγίας Θεοκτίστης Κώμης
Ἡ Λέσβος βλάστημα, θεῖον σὲ κέκτηται, τοὶς δὲ ἀγώσι σου, Πάρος ἠγίασται, καὶ τῷ σκήνει τῷ σεπτῷ, πεπλούτισται Ἰκαρία.
Προσκυνήματα | Οσία Θεοκτίστη η Λεσβία | Ἱερὸς Ναὸς Ἁγίας Θεοκτίστης Κώμης






Βιογραφία
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.
Ἡ Ὁσία Θεοκτίστη ἦταν μιὰ ἐνάρετη μοναχὴ ἀπὸ τὴ Μήθυμνα τῆς Λέσβου καὶ ἔζησε στὰ χρόνια τοῦ βασιλιᾶ Λέοντα τοῦ Σοφοῦ (816 μΧ).
Παιδὶ ἀκόμα ἔμεινε ὀρφανῆ καὶ ἀνατράφηκε σὲ Παρθενῶνα τῆς πόλης. Κάποια μέρα πῆγε νὰ ἐπισκεφθεῖ τὴν ἀδελφή της, ποὺ ἦταν σὲ μιὰ κοντινὴ κωμόπολη. Τότε συλλήφθηκε μαζὶ μὲ τοὺς κατοίκους τῆς κωμόπολης αὐτῆς ἀπὸ πειρατὲς τῆς Κρήτης καὶ μεταφέρθηκε μὲ ἄλλους αἰχμαλώτους στὴν Πάρο γιὰ πώληση. Ἐκεῖ κατόρθωσε νὰ δραπετεύσει καὶ νὰ κρυφτεῖ στὰ βουνά, ὅπου καὶ παρέμεινε μόνη 35 χρόνια, τρεφόμενη μὲ χόρτα. Ἀνακαλύφθηκε τυχαῖα ἀπὸ ἕναν κυνηγό, ὁ ὅποιος, μετὰ ἀπὸ παράκληση της, ἔφερε σ’ αὐτὴν τὰ θεῖα μυστήρια. Ὅταν δὲ κοινώνησε τῶν Ἄχραντων Μυστηρίων, πέθανε καὶ τάφηκε ἀπὸ τὸν ἴδιο κυνηγὸ στὸ ναὸ τῆς ἱστορικῆς Μονῆς Ἑκατονταπυλιανής της Πάρου. Τὰ ὀστᾶ τῆς κατὰ θαυμαστὸ τρόπο εὑρέθησαν στὴν Ἰκαρία καὶ φυλάσσονται στὴν Ἱερὰ Μονὴ Λευκάδος, ὅπου ἡ ἁγία τιμᾶται δεόντως.
Γιὰ τὴν Ὁσία αὐτή, ὑπάρχει καὶ μιὰ διήγηση τοῦ μονάχου Συμεῶν του Πάριου, ποὺ μοιάζει πολὺ μὲ αὐτὴ τῆς Ὁσίας Μαρίας τῆς Αἰγύπτιας καὶ εἶναι ἐντελῶς φανταστική.
Ὁ Δημήτρης Κόκορης στὸ βιβλίο του «Ὀρθόδοξα Ἑλληνικὰ Μοναστήρια» (Ἐπτάλοφος, 1997, σελ. 380) γράφει γιὰ τὴν Ἱερὰ Μονὴ τῆς Ὁσίας Θεοκτίστης στὴν Ἰκαρία: «Ἄγνωστο πότε ἱδρύθηκε. Πρέπει νὰ ὑπῆρχε πρὸ τοῦ 1688. Βρίσκεται στὴν Ἰκαρία κοντὰ στὸ χωριὸ Φραντάτο, στὸ βόρειο μέρος τῆς νήσου, δυτικὰ τοῦ χωριοῦ Πηγὴ σὲ δασώδη περιοχή. Ὁ ναὸς εἶναι βασιλικὴ ἀφιερώμενος στὴν Ὁσία Θεοκτίστη τὴν Λεσβία. Ἑορτάζει στὶς 9 Νοεμβρίου, ἀλλὰ γίνεται περιφορὰ τῶν λειψάνων της τὴν 1η Κυριακὴ τοῦ Σεπτεμβρίου γιὰ τοὺς λουόμενους. Ὑπάρχει ἐπιγραφὴ στὸ ναὸ ποὺ λέγει ὅτι ἐκτίσθη ἀπὸ τὸν Χατζῆ Παντελῆ ἀναγνώστου ἀπὸ τὴν Χίο τὸ 1688. Ἔχει περὶ τὰ 15 κελλιά. Χρησιμοποιοῦνται ὡς ξενῶνες. Ἄνευ μοναχῶν. Δρόμος καλὸς βατός».
Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Μηθύμνης τόν γόνον καί θεῖον βλάστημα καί Παρίων τό κλέος καί τό ἐντρύφημα, Θεοκτίστην τήν Ἁγίαν εὐφημήσωμεν. Χαίροις βοῶντες πρός Αὐτήν, καλλιπάρθενε ἀμνάς καί Νύμφη τοῦ Θεοῦ Λόγου, ὧ καί πρεσβεύεις ἀδιαλείπτως τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ Λέσβος βλάστημα, θεῖον σὲ κέκτηται, τοὶς δὲ ἀγώσι σου, Πάρος ἠγίασται, καὶ τῷ σκήνει τῷ σεπτῷ, πεπλούτισται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοὶς βοώσι σοι Μῆτερ, χαίροις Ὁσία Θεοκτίστη.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς ἐγκρατείας τὴν τρυγόνα τὴν φιλέρημον Καὶ παρθενίας τὴν ὑψίκομον κυπάρισσον Θεοκτίστην εὐφημήσωμεν τὴν Ὁσίαν. Ὑπὲρ φύσιν ἐν τῇ Πάρῳ γὰρ ἀσκήσασα Ἐκκλησίας κατεφαίδρυνε τὸ πλήρωμα· Ἧ βοήσωμεν, χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλυνάριον
Χαίροις ὁ τῆς Λέσβου θεῖος βλαστός, τῆς Πάρου τὸ κλέος, Ἰκαρίας ὁ πλουτισμός, χαίροις ἡ Ἀγγέλων, ζηλώσασα τὸν βίον, Ὁσία Θεοκτίστη ἀξιοθαύμαστε.
Έτερον Μεγαλυνάριον
Χαίροις τὸ τῆς Λέσβου ἄνθος τερπνόν, τὸ τὴν εὐωδίαν, διαπνεῦσαν τὴν μυστικήν, ἐν τῇ νήσῳ Πάρῳ, θεόφρον Θεοκτίστη, ὀδμῆς τῆς θεοκτίστου, ἐξομοιώσεως.
Ὁ Οἶκος
Ἄγγελοι τὸν σὸν βίον, καθορῶντες Ὁσία, ἐθαύμασαν τὴν σὴν καρτερίαν· σὺ γὰρ ὑπὲρ φύσιν βιοτήν, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ ἤνυσας· μεθ᾿ ὧν Χριστὸν ἱκέτευε, ὑπὲρ ᾑμῶν τῶν σοὶ βοώντων·
Χαῖρε, Μεθύμνης εὐῶδες ἄνθος·
χαῖρε, τῆς Πάρου ἒνθεον αὖχος.
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ζηλώσασα·
χαῖρε, τῶν δαιμόνων τὰς φάλαγγας τρώσασα.
Χαῖρε, ὅτι ὡς ἀσώματος ἠγωνίσω ἐπὶ γῆς·
χαῖρε, ὅτι στέφος ἄφθαρτον εἴληφας ἐν οὐρανοῖς.
Χαῖρε, ἡ ὑπερβᾶσα τοὺς τῆς φύσεως ὅρους·
χαῖρε, ἡ ἀναπτᾶσα εἰς φωτὸς θείου δόμους.
Χαῖρε, ζωῆς ἀΰλου διάγραμμα·
χαῖρε, χαρᾶς μελλούσης θησαύρισμα.
Χαῖρε δι’ ἧς ὁ θηρεύων ἐξέστη·
χαῖρε δι’ ἧς Ἰκαρία χορεύει.
Χαίροις Μῆτερ ἰσάγγελε.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Μετὰ τὴν α΄ Στιχολογίαν
Εὐφραίνει μυστικῶς, ἡ ἁγία σου μνήμη, Ὁσία τοῦ Χριστοῦ, εὐσεβῶν τὰς καρδίας, ἐν ᾗ συνελθόντες σε, ἐν ᾠδαῖς, μακαρίζομεν, καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Λόγον. Ὃν ἱκέτευε, διὰ παντὸς Θεοκτίστη, ὑπὲρ τῶν ψυχῶν ᾑμῶν.
Έτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Μετὰ τὴν β΄ Στιχολογίαν
Κατεπλάγη ἀληθῶς, ὁ κυνηγέτης κατιδών, ὥσπερ κρόκην σε σεμνή, ῥιπιζομένην τῇ πνοῇ, ἐν τῷ ναῷ τῆς Θεοτόκου ἐν τῇ Πάρῳ, καὶ ἔφριξε μαθών, τῆς πολιτείας σου, τοὺς πόνους τοὺς μακρούς, καὶ τὰ παλαίσματα, καὶ καθηγίασται Μῆτερ τῇ προσψαύσει σου, καὶ τῇ δοθείσῃ σοι χάριτι. Ἀλλ’ ἐκδυσώπει, ὦ Θεοκτίστη, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Έτερον Κάθισμα
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Μετὰ τὸν Πολυέλεον
Ὑπὲρ φύσιν ἀσκήσασα ἐπὶ γῆς, ἐδοξάσθης ἀξίως ἐν οὐρανοῖς· εἰς ἔρημον νῆσον γάρ, θεοφόρε σκηνώσασα, καὶ κατὰ μόνας Μῆτερ, Θεὸν θεραπεύουσα, ἀθέατος τοῖς πᾶσιν, ἐτέλεις καὶ ἄγνωστος· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων γνωσθεῖσα, τοὺς πάντας ἐξέπληξας, παραδόξῳ ἀσκήσει σου, Θεοκτίστη ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀῤῥενωθεῖσα ταῖς φρεσὶ Θεοκτίστη, πρὸς ἀνδρικοὺς ἐναπεδύσω ἀγῶνας, καὶ ἐν αὐτοῖς Ὁσία ἠνδραγάθησας· ὤ! τῆς σῆς στεῤῥότητος! Πῶς ὑπέφερες Μῆτερ, ἐρήμου τὴν κάκωσιν, καὶ ἐχθρῶν τὰς ἐφόδους· διὸ μεγάλων ἔτυχες τιμῶν, καὶ ἀφθαρσίας στεφάνῳ κατέστεψαι.