Σύναξη τῶν Ὁσίων Κολλυβάδων Πατέρων
Ἡ τῶν Ὁσίων Κολλυβάδων Πατέρων θεολογία καὶ προσφορά, κορυφαία καὶ οὐσιαστικὴ ὑπάρχουσα, ἀποτελεῖ τὸ ὕψιστον δημιούργημα τῆς νεωτέρας ἐκκλησιαστικῆς ζωῆς καὶ παρουσίας.
Ἁγιορεῖτες Πατέρες | Κολλυβάδες Πατέρες | Πεντηκοστάριον
Ὑπόμνημα τοῦ Πεντηκοσταρίου
Τὴ αὐτὴ ἡμέρα Σαββάτω τῆς Διακαινησίμου, ἑορτὴν ἐπιτελοῦμεν καὶ σύναξιν ποιούμεθα, τῶν Ὁσίων καὶ θεοφόρων Κολλυβάδων Πατέρων ἡμῶν, τῶν ἐπ’ ἐσχατων τῶν χρόνων, ἐκ τοῦ Ἁγιωνύμου Ἄθωνος ὁρμωμένων, πᾶσαν δὲ τὴν τοῦ Χριστοῦ Ἁγίαν Ἐκκλησίαν, ἐν λόγοις σοφοῖς καὶ ἔργοις ἀγαθοῖς κοσμησάντων.
Στίχοι
Γέγηθε ὑμῖν ὁ Ἄθως Κολλυβάδες,
Νύμφη δὲ Χριστοῦ, νῦν Ἐκκλησία χαίρει.
Σπείραντες Θεοῦ τήν γνῶσιν Κολλυβάδες,
δράγματα ζωῆς ἐθέρισαν ἀφθόνως.
Ἡμέρα Λαμπρᾶς καταπαύσεως δεῦτε
ἐργάτας φωτός στέψωμεν Κολλυβάδας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ ἡμᾶς τῷ σῷ ἐλέει υἱοὺς φωτὸς καὶ ἡμέρας ἀνάδειξον καὶ τῆς αἰωνίου σου Βασιλείας κληρονόμους ποίησον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
Συναξάριον
Ἄθως μέν, τὸ Οὐρανόφυτον καὶ ἀγιότεκνον Ὄρος, ὁ τοῦ ἀληθινοῦ Θεοῦ ἀγλαόκαρπος ἀγρὸς καὶ τῆς Δεσποίνης τοῦ παντός, ἀειπαρθένου Θεοτόκου Μαρίας περιβάδιστον καὶ καλλίπνοον περιβόλιον, καυχᾶται εὐλόγως καὶ θεοχαρὼς εὐφραίνεται, τῷ πλήθει τῶν ἱερῶν Πατέρων καὶ Ὁσίων Ἀσκητῶν, οὖς ἀπ’ ἀρχῆς τῆς κατοικήσεως αὐτοῦ ἀνέδειξε, πατρικῶς δὲ καὶ περισπουδάστως ἀνέθρεψε τῷ πνεύματι, ἵνα εἰς μέτρον τέλειον φθάσωσι τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Ἐν χρόνοις δὲ ὑστέροις καὶ ἡμέραις χαλεπαῖς, ὅτε ἡ μακροχρόνιος ὑπὸ τῶν Ἀγαρηνῶν δουλεία τοῦ τῶν Ἑλλήνων ὀρθοδόξου γένους ἡμῶν, ἔρριψε τοῦτο εἰς τὰς τῆς ἀγνωσίας καὶ τῆς λήθης στρεβλοὺς τρίβους, κίνδυνοι δὲ πολλαπλοὶ ἐκρύπτοντο, ὅπως κρημνίσωσιν ἡμᾶς εἰς τὰ τῆς πλάνης βάραθρα καὶ τῆς ραθυμίας τὸ δεινὸν χάος, ὡς σωτήριοι λιμένες καὶ ἀσφαλεῖς ὁδηγοὶ ἐφάνησαν ἡμῖν οἱ ἁγιώτατοι καὶ θεοπρόβλητοι Κολλυβάδες Πατέρες, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ οἱ τιμιώτατοι λίθοι.
Ἡ τῶν Ὁσίων Κολλυβάδων Πατέρων θεολογία καὶ προσφορά, κορυφαία καὶ οὐσιαστικὴ ὑπάρχουσα, ἀποτελεῖ τὸ ὕψιστον δημιούργημα τῆς νεωτέρας ἐκκλησιαστικῆς ζωῆς καὶ παρουσίας, διατρανοῖ δὲ τὴν τοῦ Ἁγίου Πνεύματος ἐν ἡμῖν μεγαλουργίαν, πιστοποιοῦσα ἀκριβῶς τὸ Γραφικὸν λόγιον· Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
Οἱ ἁγιώτατοι οὗτοι Πατέρες, προβάλλουσιν ὡς ἀστέρες λαμπροφανεῖς περὶ τὸν 18ον αἰῶνα, σκεδάζοντες τὸν τῆς Τουρκοκρατίας ζόφον καὶ φέροντες τὴν ἐλπίδα τῆς τῶν παθῶν ἐλευθερίας καὶ τῆς πνευματικῆς ἀναγεννήσεως τῶν ψυχῶν.
Οἱ τούτων πρώταρχοι καὶ κορυφαίοι εἰσιν:
Μακάριος πρῶτος, ὁ τῆς Κορίνθου ἐκλεκτὸς υἱός, εἶτα δὲ καὶ ἐπίσκοπος ταύτης, ὁ τὴ σοφία καὶ τὴ γνώσει διαπρέψας ἀληθῶς, ὁ τῆς Μοναχικῆς ἀσκήσεως φίλος καὶ ἐργάτης ἀκριβής, ὁ ἐν Ὕδρᾳ καὶ ἐν Χίῳ καὶ ἐν Ἁγίῳ Ὄρει κατὰ καιροὺς διαμείνας καὶ τὰς τοῦ Χριστοῦ ἐντολὰς ὡς κόρην ὀφθαλμοῦ φυλάξας διὰ παντός, ὁ ἱδρύσας τὸ ἐν Πάτμῳ Ἱερὸν Ἡσυχαστήριον τῆς Παναγίας Κουμάνας, ἔνθα τὸν τῆς προσευχῆς διῆλθε τρόπον, ὁ πολλῶν Νεομαρτύρων θερμὸς ἐμψυχωτὴς καὶ ἀλείπτης, ὁ τῆς Ἱερᾶς «Φιλοκαλίας» ἐπιμεληθεῖς μετὰ τοῦ Ἁγιορείτου Ὁσίου Νικοδήμου, τὸ τῆς ἀκτημοσύνης μέτρον ὁ φυλάξας ἄχρι τέλους, ὁ τὴν τοῦ Ἀρχιερατικοῦ θρόνου στέρησιν μετὰ ταπεινώσεως καὶ εἰρήνης ψυχικῆς βαστάσας, ὁ συμπαθῶς τοῖς πτωχοῖς παριστάμενος, ὁ τοὺς ἐν ἀνάγκαις ἐλεῶν ἐν ἱλαρότητι, ὁ τοῦ Σταυρὸν ὑπομείναντος Δεσπότου ἀκόλουθος καὶ τοῦ φωτὸς τῆς Ἀναστάσεως κοινωνὸς ἐν τῇ Βασιλείᾳ τοῦ Πατρὸς τὴ αἰωνία.
Νικόδημος ὁμοῦ, ὁ ἐν τῇ νήσῳ Νάξω γεννηθεῖς, ἔνθα τὴν τῶν γραμμάτων ἤρξατο σπουδήν, διδαχθεῖς ταῦτα παρὰ τοῦ περιβοήτου διδασκάλου Χρυσάνθου τοῦ Αἰτωλοῦ. Ἀκολούθως δὲ φοιτήσας ἐν τῇ Εὐαγγελικῇ Σχολῇ τῆς Σμύρνης, ἐμαθήτευσε παρὰ τῷ ἐξακουστὼ Ἱεροθέω Βουλισμά, τῷ Ἰθακησίω διδασκάλῳ, μαθῶν πᾶσαν τὴν παιδείαν καὶ ἐπεξηγῶν ταύτην τοῖς αὐτοῦ συμμαθηταῖς ἐν εὐχερείᾳ λόγου. Ἐν τῇ Νάξῳ ἐπανελθών, ἐναρέτοις Ἁγιορείταις γνώριμος ἐγένετο, ἔνθα προέκρινε διάγειν καὶ τὴ ἀσκήσει ἐπιδοθῆναι, συναντηθεῖς πρότερον ἐν Ὕδρᾳ μετὰ τοῦ Μακαρίου τοῦ τῆς Κορίνθου Ἀρχιερέως καὶ τοῦ Καισαρέως Μοναχοῦ Σιλβέστρου, παρ’ οὗ συστατικὰ γράμματα λαβῶν, ἐν τῷ Ἄθωνι κατέφυγεν, τὸν τῆς ἀσκήσεως ἐρῶν τρόπον.
Ἐν τῇ Ἱερὰ καὶ εὐαγεῖ Μονὴ τοῦ Ἁγίου Διονυσίου διαμείνας καὶ ὑποταχθείς, ἄκρως τὴ ἐπιμελεία τῶν ἀρετῶν διεκρίθη καὶ τὴ τῶν χαρισμάτων προκοπὴ ὀνομαστὸς ἐγένετο, τοῖς ἤθεσι κοσμούμενος καὶ τὴν ἀκρίβειαν τῶν Μοναχικῶν κανόνων ἐπιμελῶς φυλάττων. Τῶν γραμμάτων πρόβολος γενόμενος, πλεῖστα ὅσα θεολογικὰ ἔργα συνέγραψεν, οἵα κάλαμος ὀξὺς τοῦ Παναγίου Πνεύματος, τὴ δὲ προτροπὴ τοῦ προρρηθέντος Μακαρίου Κορίνθου, τὴ ἐκδόσει βίβλων πνευματικῶν φιλοπόνως ἐπεδόθη, ὡς «Φιλοκαλίας», «Εὐεργετινοῦ», καὶ «περὶ θείας καὶ ἱερὰς Μεταλήψεως», ἔργων ὀγκωδεστάτων. Ἡσυχάσας ὕστερον ἐν Καρυαὶς τοῦ Ἁγίου Ὄρους, τοῦ τῆς προσευχῆς γλυκυτάτου μέλιτος ἀκορέστως ἐγεύσατο, τὴ σοφία καὶ τὴ χάριτι προκόπτων θαυμαστῶς. Ἐν τῷ κελλίῳ τῶν Σκουρταίων φιλοξενηθεῖς τὸ βιβλίον «Ἀλφαβηταλφάβητον» ἀντέγραψε. Πλεῖστα ὅσα ἔγραψε τὴ αὐτοῦ θεοκινήτω χειρί, ὡς «Συμβουλευτικὸν Ἐγχειρίδιον», «Ἐξομολογητάριον», «Ἀόρατον Πόλεμον», «Νέον Μαρτυρολόγιον», «Πνευματικὰ Γυμνάσματα», «Κῆπον τῶν χαρίτων», «Ἐορτοδρόμιον», «Συναξαριστήν», «Χρηστοήθειαν», «Πηδάλιον», «Νέαν Κλίμακα», «Ὁμολογίαν Πίστεως», ἄλλα τε σπουδαῖα καὶ ἀναρίθμητα.
Προσέτι δὲ τοὺς κανόνας τῆς Θεοτόκου ἐρανισθεῖς καὶ εἰς βιβλίον συνάξας, τὸ «Θεοτοκάριον», πάνυ τοὺς πιστοὺς κατηύφρανεν. Ἀλλὰ καὶ τὰ τοῦ Νέου Θεολόγου Συμεῶνος συγγράμματα πρὸς ἔκδοσιν ἡτοίμασε, τούτου δὲ καὶ τὰς ἱερὰς Ἀκολουθίας ἐποίησεν, ὡς καὶ ἄλλων τῆς Ἐκκλησίας τοῦ Χριστοῦ Ἁγίων, οἷον Κωνσταντίνου τοῦ Ὑδραίου, ὀν πρὸς τὸ Μαρτύριον αὐτὸς ἐστήριξε καὶ ἐθάρρυνεν.
Τοιούτων καὶ ἄλλων πνευματικῶν ἐπιτευγμάτων δημιουργὸς γενόμενος, ὁ ἁγιώτατος Νικόδημος ὁ Ἁγιορείτης καὶ οἰκουμενικὸς διδάσκαλος καὶ τῆς σοφίας ρήτωρ καὶ φωστὴρ τῷ τῶν ἁπάντων Θεῷ τὴν ψυχὴν αὐτοῦ παρέδωκε, προσδοκῶν τῶν μελλόντων ἀγαθῶν τὴν κληρονομίαν, ἃ εἰσι ἄφθεγκτα καὶ ἀκατάληπτα καὶ ὑπὲρ πάντα νοῦν βρότειον, ταῖς μερίμναις περιπλεχθέντα, μόνοις δὲ τοῖς Ἁγίοις κατανοούμενα καὶ γνωριζόμενα.
Τρίτη δὲ τῶν Κολλυβάδων Κορυφή, ὁ τῆς Παναγίας Τριάδος μύστης ἱερώτατος καὶ ταῖς τοῦ Παρακλήτου χάρισι πρωτεύων, ὁ ἱερὸς ἐστιν Ἀθανάσιος, ὁ Πάριος τῷ γένει, τὸ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ μέγα περιήχημα, ὁ τοῦ γένους σοφώτατος καὶ ἔμπειρος διδάσκαλος, ὁ τῶν σπουδῶν φίλος ἐράσμιος.
Ἐν τῇ Εὐαγγελικῇ Σχολῇ τοῦ Γένους φοιτήσας ἐν τῇ Σμύρνῃ, εἶτα καὶ ἐν τῇ Ἀθωνιάδι, τοῦ ἱκανωτάτου ἱεροδιδασκάλου Εὐγενίου Βουλγάρεως μαθητὴς ἐχρημάτισεν, ἀλλὰ καὶ «συγκαθηγητής». Ἐν τῇ Θεσσαλονίκῃ ὕστερον ἐπὶ διετίαν ἐδίδαξε, καθὼς καὶ ἐν Μεσολογγίῳ. Τῆς Ἀθωνιάδος Σχολῆς τὴν Σχολαρχίαν ἀνέλαβεν, ἔνθα τὸ τῆς ἱερωσύνης ἀξίωμα ἐδέξατο, ταῖς χερσὶ Μακαρίου τοῦ τῆς Κορίνθου Ἀρχιποίμενος.
Τῆς ἐν Χίῳ Σχολῆς προέστη, ταῖς τῶν Χίων παρακλήσεσι πειθαρχῶν, τὴν δὲ Σχολὴν ταύτην φωτὸς στῦλον ἀνέδειξεν καὶ εὔκλειαν παιδείας, καρποὺς δὲ ἐκομίσατο γλυκεῖς καὶ ἀμαράντους. Ἐν ἀκαμάτῳ ζήλῳ τὸν θεῖον λόγον διέσπειρε, τῶν καλῶν ἔργων δημιουργήσας ἑστίας, ἀλλὰ καὶ τὰς γνώσεις αὐτοῦ εἰς ὠφέλειαν τῶν πολλῶν διέθεσε, μὴ φεισάμενος μόχθων τιμίων.
Ἀλλὰ καὶ τῆς ἀσκήσεως ἐπεμελήθη, φιλανθρωπίαν ἐργασάμενος, ἀφιλαργυρίαν ἀγαπήσας, ἀκτημοσύνην ἄκραν ἄχρις ὀβολοῦ ποιήσας, διὸ καὶ κατέλιπε μετὰ θάνατον ὡς μόνην περιουσίαν ἔν λυχνάριον καὶ ἔν μελανοδοχεῖον. Ἐν συμπαθείᾳ πρὸς τοὺς ἀδελφοὺς ἐφέρετο, τοὺς κατ’ εἰκόνα Θεοῦ πλασθέντας, ἐν ἀγάπῃ πρὸς τὸν Θεὸν διῆγε, τὴ προσευχὴ ἀδολεσχῶν, τὴ μελέτη ἐπεντρυφών, τὴ συγγραφὴ ποικίλων καὶ μεγίστων ἔργων ἐπιδιδόμενος, ἅτινα εἰς ἐξ ἑνότητας δύνανται διαχωρισθῆναι. Τῶν πολλῶν διανοουμένων τὸν θαυμασμὸν ἀπέσπασε, τοῦ διδασκάλου τοῦ Νικηφόρου Θεοτόκη τὸν ἔπαινον πολυπλασίως ἀπέλαβε, πάντων τὴν ἱκανοποίησιν ἔσχε, Θεοῦ δὲ τοῦ τὰ πάντα βλέποντος, ὡς δικαίαν ἀμοιβὴν τῶν καλῶν ἀγώνων, τὴν κληρονομίαν τῆς Αὐτοῦ Βασιλείας καὶ δόξαν τὴν ἀληθινὴν καὶ αἰώνιον.
Ἀφορμῆς δοθείσης ἐκ τῆς μεγάλης ἔριδος περὶ «μνημοσυνῶν», τῆς γενομένης ἐν τῷ Ἁγίῳ Ὄρει του Ἄθωνος, τὸν 18ον αἰῶνα, οἱ τρεῖς οὗτοι θεοφόροι Πατέρες ἐπρωτοστάτησαν τοῦ πνευματικοῦ ἀγῶνος, ὑποστηρίζοντες τὴν κατὰ παράδοσιν τάξιν τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἥτις ἀποφαίνεται ὅτι ἐν ἡμέρᾳ Κυριακή, τὴν τοῦ Κυρίου Ἀνάστασιν ἑορτάζοντες οὐ νεκρολογοῦμεν, οὐδὲ Κόλλυβα εἰς μνήμην τεθνεώτων ποιούμεθα, ἀλλ’ ὡς μέτοχοι τῆς χαρᾶς τοῦ Ἀναστάντος Κυρίου, τοῦτον ἐν ὕμνοις καὶ λατρείαις δοξάζομεν. Ἡ δὲ τέλεσις τῶν μνημοσύνων ἁρμόζει ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, καθ’ ἣν ὥρισαν οἱ θεοφώτιστοι Πατέρες τὴν τῶν νεκρῶν τιμήν, καθὼς καὶ ἐν τῇ Παρακλητικῇ ὁ τῶν κοιμηθέντων κανὼν συναντᾶται.
Ἕνεκα τούτου θλίψεις πολλὰς καὶ δοκιμασίας ὑπέμειναν οἱ σήμερον τιμώμενοι ἱερώτατοι Πατέρες, οἱ ἐκ τούτου «Κολλυβάδες» παικτικὼς τὸ πρῶτον τότε ὀνομασθέντες, καθ’ ὅσον περὶ τῶν Κολλύβων ἡ ἔρις καὶ ἡ διαφορὰ ἤρξατο. Διώξεις καὶ συκοφαντίας ἐβάστασαν, ἐξορίας ἐκ τοῦ Ἄθωνος, τὴν πικρὰν καθαίρεσιν ὁ Ἀθανάσιος, τὴν ἔκπτωσιν ἐκ τοῦ θρόνου ὁ Μακάριος, τὰς ψευδεῖς διαβολὰς ὁ Νικόδημος, πάντα δὲ ταῦτα μακροθύμως ἐκαρτέρησαν, ὡς τοῦ Διδασκάλου Χριστοῦ γνησιώτατοι Μαθηταί, τοῦ συγχωρήσαντος τοὺς σταυρώσαντας Αὐτὸν Ἰουδαίους.
Πλὴν τῆς τῶν Κολλύβων ἀναφορᾶς, ἠκολούθησαν καὶ ἕτερα πνευματικὰ θέματα, ἐν οἷς ἠγωνίσθησαν οἱ θεῖοι Κολλυβάδες, ὅπως περὶ τῆς συχνῆς θείας Μεταλήψεως, περὶ τῆς καταλλήλου δι’ αὐτὴν προετοιμασίας διὰ τῆς ἱερᾶς ἐξομολογήσεως, περὶ τῆς μετοχῆς τῶν πιστῶν εἰς τὴν Θείαν Λατρείαν, περὶ τῆς πνευματικῆς ἀναγεννήσεως διὰ τῆς μελέτης τῶν ἱερῶν Γραφῶν, περὶ τοῦ ἀναβαπτισμοῦ τῶν ἑτεροδόξων καὶ περὶ τῆς ὅλης προσοχῆς ἡμῶν εἰς τὴν Εὐαγγελικὴν ἀκρίβειαν, τὴν τήρησιν τῶν πατρώων θεσμῶν καὶ κανόνων, τὴν ἐμμονὴν εἰς τὰς παραδόσεις καὶ τὰς καθιερωμένας ἀρχάς, τὴν ἐπιμέλειαν τῆς νοερᾶς προσευχῆς («Κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν με») δι’ ἧς ἐπαναστρέφει καὶ συνάζεται ὁ νοῦς ἐν τῇ καρδίᾳ καὶ ἑνοῦται τῷ Θεῷ, τὴν τήρησιν τῶν αἰσθήσεων, τὴν ἀποφυγὴν τῶν ματαίων καὶ προσκαίρων ἡδονῶν, τὸν νοερὸν ἀγῶνα κατὰ τῶν ἐχθρῶν δαιμόνων, τὴν τῶν παθῶν ἔχθραν, τὴν καταλλαγὴν πρὸς πάντας διὰ τῆς ἐκ καρδίας συγχωρήσεως, τὴν ἀδιάλειπτον ἐνθύμησιν τῶν θείων ἐντολῶν, τὴν φυλακὴν τῆς ἔσωθεν καθαρότητος, τὴν μνήμην τοῦ θανάτου, ἥτις συγκρατεῖ ἡμᾶς ἐκ τῶν μεγάλων πτώσεων, τὴν προσοχὴν τοῦ θείου φόβου, τὴν ἐν ἁγνότητι ζωὴν καὶ πολιτείαν, πάντα δὲ τὰ θεῖα ἐντάλματα, ἅτινα τηρούμενα γεννῶσι τὴν πρὸς Αὐτὸν ἀγάπην, ἥτις ἐστὶ «τοῦ νόμου τὸ πλήρωμα».
Τὴν διδασκαλίαν ταύτην τῶν τριῶν τούτων ὁμοψύχων Κολλυβάδων, ἠσπάθησαν καὶ ἕτεροι σύγχρονοι τούτων, ἀλλὰ καὶ πολλοὶ τῶν μεταγενεστέρων ἐν ἀκριβείᾳ ἠκολούθησαν καὶ πιστῶς ἐφήρμοσαν. Πάντες οὗτοι ἐν εὐλαβείᾳ τὸν βίον διῆλθον καὶ τὴ ἀσκήσει διέλαμψαν, τοῖς ποικίλοις χαρίσμασιν τοῦ Ἁγίου Πνεύματος προικισθέντες, τὸν «Χορόν των Κολλυβάδων» συγκροτοῦσιν, ὤν τὰ ὀνόματα εἰσὶ ταῦτα:
Νήφων ὁ ἡγιασμένος, ὁ ἐκ Χίου Κοινοβιάρχης. Νικηφόρος ὁ Χίος, ὁ ὅσιος καὶ ἀσκητής. Γρηγόριος ὁ Γραβανός, ὁ ἐκ Νισύρου ἱερομόναχος, ὁ ἐν Πάτμῳ τιμώμενος. Σίλβεστρος ὁ Καισαρεύς, ὁ ἡσυχία ἐπιδοθείς, ἐν Ὕδρᾳ δὲ ἀσκήσας, ᾖς προστάτης καὶ ἔφορος πέλει, μετὰ τῶν τοπικῶν Ἁγίων τιμώμενος. Παΐσιος ὁ Βελιτσκόφσκυ, τῆς Ρωσίας φωστήρ, ὁ μεταφράσας τὴν Φιλοκαλίαν καὶ ἕτερα πολλὰ πατερικὰ κείμενα. Κύριλλος ὁ ἐν Πάρῳ, ὁ κῆρυξ καὶ ἱεραπόστολος, οὐ ἡ πανευώδης σιαγὼν ἐν τῇ Ἱερὰ Μονῇ Χριστοῦ τοῦ Δάσους, ἐν Πάρῳ τεθησαύρισται. Ἰερόθεος, ὁ ἐκ Συλιβένης τῆς Πελοπονήσου καταγόμενος, ἀσκήσας δὲ ἐν Ὕδρᾳ καὶ ἐν Ἄθωνι. Ἄνθιμος ὁ ἐκ Κεφαλληνίας, ὁ ἀόμματος ὀσιοκήρυξ τῶν ὑποδούλων Ἑλλήνων, ὁ πήξας Μονὰς ἐξ εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν, τὴν δὲ ἀχειρότευκτον εἰκόνα τῆς Θεοτόκου Πορταϊτίσσης ἐκ τοῦ Ἄθωνος ἐν Ἀστυπάλαιᾳ καθοσιώσας. Παρθένιος ὁ Σκοῦρτος, ὁ ἐν Καρυαὶς διαπρέψας, ὁ πνευματικὸς καὶ τοῦ Μακαρίου Κορίνθου Γέρων καὶ καθοδηγητής. Αὐξέντιος ὁ Ἄνδρου, ὁ τοὺς πιστοὺς στηρίξας, ὁ ἐν Καρτελὶ τῆς Μικρᾶς Ἀσίας τιμώμενος. Κοσμᾶς ὁ Αἰτωλός, ὁ μέγας διδάσκαλος καὶ τῆς παιδείας τῶν Ἑλλήνων ἐπιλαβόμενος, ἐν τοῖς χρόνοις τῆς ὑπὸ τῶν Τούρκων δουλείας, παρ’ ὧν μαρτυρικῶς ἐτελειώθη. Ἀρσένιος ὁ ἐν Πάρῳ, ὁ θαυματουργός, ὁ ἐξ Ἰωαννίνων τῆς Ἠπείρου καταγόμενος, ὁ δομήσας τὴν τοῦ Δάσους Μονήν, ἐν ᾗ τὰ Ἱερὰ αὐτοῦ Λείψανα φυλάσσονται. Νεκτάριος ὁ τῆς Πενταπόλεως Ἐπίσκοπος, ὁ ἐκ Συληβρίας τῆς Ἀνατολικῆς Θράκης καταγόμενος, ἐν δὲ τὴ νήσω Αἰγίνη τελειωθεῖς, ἔνθα τὴν τῆς Ἁγίας Τριάδος Μονὴν ἀνήγειρε, παρ’ ᾗ ὁ ἱερὸς αὐτοῦ τάφος καὶ τὰ τίμια λείψαντα εὔρηνται. Σάββας ὁ ἐν Καλύμνῳ, ὁ ἐν Ἠρακλείτσᾳ τῆς Ἀνατολικῆς Θράκης γεννηθεῖς, πολλὰς δὲ νήσους ἐπισκεφθεῖς καὶ εὐλόγησας τὴ ἐναρέτῳ αὐτοῦ πολιτεία. Νικόλαος ὁ Πλανᾶς, ὁ τῆς Νάξου βλαστὸς καὶ τῶν Ἀθηναίων θησαυρός, ὁ ἄγρυπνος λειτουργὸς τοῦ Ὑψίστου, ὁ ἁπλοῦς καὶ ταπεινὸς τὴ καρδία. Παρθένιος ὁ Χίος, ὁ ἄκακος καὶ ἀκέραιος, ὁ μεταρσίως τὸ φῶς τοῦ οὐρανοῦ ἰδών, μετὰ τῆς Θεοτόκου δὲ ἐν ἐνυπνίῳ ὁμιλήσας. Παχώμιος ὁ Χίος, ὁ μοναχὸς καὶ ἀσκητής, ὁ Παρθενῶνα Μοναζουσῶν ἐκεῖ ἐγείρας. Παρθένιος καὶ Εὐμένιος, οἱ ἐκ Κρήτης αὐτάδελφοι, κτήτορες τῆς Μονῆς τοῦ Κουδουμά, αἱ ἔξοχοι τῶν Μοναστῶν Κρηπῖδες, οἱ ἐκ Θεοῦ στεφανωθέντες. Καὶ ἄλλοι πρὸς τούτοις, τύποι καὶ ὑπογραμμοὶ τῆς ἐνάρετου πολιτείας, ὤν Κύριος τὰ ὀνόματα γινώσκει καὶ τοὺς ἀγῶνας τῆς ἀρετῆς ἐπίσταται καὶ τὰ ἔπαθλα αὐτοῖς ὡς κοινὸς Ἀγωνοθέτης δέδωκεν, ἐν τῇ ἐπουρανίῳ Αὐτοῦ μεγαλειότητι. Ταῖς αὐτῶν πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς καὶ τῆς Βασιλείας σου ἀξίωσον, ὡς μόνος ἐλέημων καὶ Φιλάνθρωπος. Ἀμήν.
Σύναξις τῶν Ἁγίων Πατέρων «τῶν Κολλυβάδων»
Ἐν Ἁγίῳ Ὄρει· Νεόφυτος Καυσοκαλυβίτης, Χριστοφόρος Προδρομίτης, Ἀγάπιος ὁ Κύπριος, Παρθένιος ὁ Σκοῦρτος καὶ Νεόφυτος ὁ Σκοῦρτος, Εὐθύμιος Σταυρουδᾶς, Νικόδημος Ἁγιορείτης, Μακάριος ὁ Νοταρᾶς, Ἀρχιεπίσκοπος Κορίνθου, Ἀγάπιος ἐκ Δημητσάνης, Ἰωάσαφ ὁ Χῖος, Ἰωάσαφ ὁ Πάριος, Ἀθανάσιος ὀ Πάριος, Νήφων ὁ Χῖος, Σίλβεστρος ὁ Καισαρεύς, Διονύσιος ὁ ἐκ Σκιάθου, ὁ Ἐπιφανιάδης, Ἀγάπιος Μεταξᾶς ὁ ἐν Θήρᾳ· οἱ Ἁγιαναννῖται Ὁσιομάρτυρες Γέρων Θεοφάνης καὶ Παΐσιος ἐκ Μεσολογγίου, οἱ διὰ πνιγνοῦ ἐν θαλάσσῃ τελειωθέντες· Παΐσιος ὁ Βελιτσκόφσκυ, Γρηγόριος ὁ Νισύριος, Ἀρσένιος ὁ Πελοποννήσιος, Δανιὴλ ἐκ Ζαγορᾶς, Ἀρσένιος ὁ ἐν Πάρῳ, Κύριλλος ὁ ἐν Πάρῳ, ὁ Παπαδόπουλος, Ἱερόθεος ὁ ἐν Καψάλᾳ, Κύριλλος ὁ ἀντιγραφεὺς ἐκ τῆς Μονῆς τοῦ Προυσοῦ, Ἱερόθεος ἐκ Σηλυβαίνης Καλαβρύτων καὶ Φιλόθεος Γεωργίου ἐκ τῆς Βατοπεδινῆς Σκήτεως.
Ἐν Πάρῳ· Ἀθανάσιος ὁ Πάριος, Δανιὴλ ἐκ Ζαγορᾶς, Ἀρσένιος ἐν Πάρῳ, Κύριλλος ὁ Παπαδόπουλος, Ἠλίας ὁ Γεωργιάδης, Φιλόθεος ὁ Γεωργίου, Ἱερόθεος καὶ Φιλόθεος, οἱ Βοσυνιῶται, Ἡγούμενοι Μονῆς Λογγοβάρδας, Σίλβεστρος ὁ Καισαρεὺς καὶ Ἰωάσαφ ὁ Κοντός, ὁ Πάριος.
Ἐν Φολεγάνδρῳ καὶ Σικίνῳ· Δανιὴλ ὁ ἐκ Ζαγορᾶς καὶ Ἀρσένιος ὁ ἐν Πάρῳ
Ἐν Θήρᾳ· Ἀγάπιος Μεταξᾶς ἐκ Κωνσταντινουπόλεως ἀσκήσας ἐν Ὕδρᾳ, Πορφύριος, ὁ ἐκ Γωνίας Θήρας καὶ Διονύσιος ὁ ἐκ Σκιάθου, ὁ Ἐπιφανιάδης
Ἐν Σκιάθῳ· Νήφων ὁ Χῖος, Γρηγόριος ὁ Νισύριος, Ἀπολλὼ ὁ Πελλοπονήσιος, Διονύσιος ὁ Ἐπιφανιάδης, Γρηγόριος ὁ Χατζησταμάτης, Ἀγάθων ὁ Χῖος, Σισώης ὁ Κεφαλλήν, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ Ἀθηνόδωρος ὁ Πελοποννήσιος, αὐτάδεφοι Ἀπολλώ, Πορφύριος, ὁ ἐκ Γωνίας Θήρας, Φλαβιανός, Ἀλύπιος καὶ Κασσιανός, Ἡγούμενοι Μονῆς Εὐαγγελισμοῦ, Νεόφυτος ὁ Σκοῦρτος, Εὐθύμιος ὁ Σταυρουδᾶς, Ἰωάσαφ ὁ Χῖος καὶ Ἰωάσαφ ὁ Κοντός, ὁ Πάριος.
Ἐν Νάξῳ· Νικόδημος ὁ Ἁγιορείτης, Νήφων ὁ Χῖος, Γρηγόριος ὁ Νισύριος καὶ Ἀρσένιος ὁ Πελοποννήσιος.
Ἐν Ἰκαρίᾳ· Νήφων ὁ Χῖος, Μακάριος ὁ Νοταρᾶς, Γρηγόριος ὁ Νισύριος, Γρηγόριος ὁ Χατζησταμάτης, Ἀπολλὼ ὁ Πελοποννήσιος, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ Ἀθηνόδωρος ἢ Ἀπολλόδωρος ὁ Πελοποννήσιος, αὐτάδελφοι Ἀπολλώ, Παρθένιος ὁ Παρθενιάδης, ὁ ἐν Διδυμοτείχῳ Ἱερομάρτυς, Σισώης ὁ Κεφαλλήν, Ἰσίδωρος ὁ Σάμιος, ὁ Κυριακόπουλος, Νεῖλος ὁ Καλόγνωμος, Ἀγάθων ὁ Χῖος, Χαρίτων ὁ Ἰκάριος.
Ἐν Σάμῳ· Νήφων ὁ Χῖος, Γρηγόριος ὁ Νισύριος, Ἀρσένιος ὁ Πελοποννήσιος, Ἰσίδωρος ὁ Σάμιος, ὁ Κυριακόπουλος, Θεοδόσιος, Μητροπολίτης Σάμου, Ἀγαθάγγελος, Ἀνανίας καὶ Ἰωσήφ, ὑποτακτικοὶ Νήφωνος, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ Θεοφάνης ὁ θαυματουργός.
Ἐν Πάτμῳ· Μακάριος ὁ Νοταρᾶς, Νήφων ὁ Χῖος, Γρηγόριος ὁ Νισύριος, Ἀρσένιος ὁ Πελοποννήσιος, Ἀθανάσιος ἐξ Ἀρμενίας, Παρθένιος Παρθενιάδης, ὁ ἐν Διδυμοτείχῳ Ἱερομάρτυς, Ἀπολλὼ ὁ Πελοποννήσιος, Ἰγνάτιος ὁ Πελοποννήσιος καὶ Ἀθηνόδωρος ὁ Πελοποννήσιος, αὐτάδελφοι Ἀπολλώ, Νικόδημος ὁ Κάππος καὶ Ἀμφιλόχιος ὁ Κάππος, Μητροπολίτης Πηλουσίου, Ἰσίδωρος ὁ Σάμιος, ὁ Κυριακόπουλος, Ἀγάπιος, Γαβριήλ, Νικηφόρος καὶ Θεόκτιστος ἐκ Σόφιας.
Ἐν Λειψοῖς καὶ Φούρνοις· Νήφων ὁ Χῖος καὶ Γρηγόριος ὁ Νισύριος.
Ἐν Ὕδρᾳ· Μακάριος ὁ Νοταρᾶς, Νικόδημος ὁ Ἁγιορείτης, Σίλβεστρος ὁ Καισαρεύς, Κωνσάντιος ἐκ Γούρας Θεσσαλίας, Διονύσιος ὁ ἐν Σκιάθῳ, ὁ Ἐπιφανιάδης, Ἀγάπιος Μεταξᾶς ἐκ Κωνσταντινουπόλεως, Ἱερόθεος ἐκ Σηλυβαίνης Καλαβρύτων καὶ Φιλόθεος Γεωργίου.
Ἐν Χίῳ· Μακάριος ὁ Νοταρᾶς, Νήφων ὁ Χῖος, Ἀθανάσιος ὁ Πάριος, Νεῖλος ὁ Καλόγνωμος, Νικηφόρος ὁ Χῖος, Ἀβέρκιος ὁ Ἰβηροσκητιώτης Ἡγούμενος ἐν τῇ Μονῇ τοῦ Βρετοῦ, Γερβάσιος Ἰβηροσκητιώτης, Διάδοχος Ἀβερκίου ἐν Μονῇ Βρετοῦ, Σεραπίων Ἰβηροσκητιώτης, Καπίτων Ἱερομάρτυς, Ἡγούμενος Μονῆς Βρετοῦ, Ὁσιομάρτυρες Μονῆς Βρετοῦ, Σεραπίων, Καρύων, Κύριλλος, Νεῖλος, Σέριδος, Σαμουήλ, Νίκων, Ἄνθιμος, Νικόλαος, Σεραπίων καὶ Γερμανός, Δωρόθεος Πρώϊος, Ἱερομάρτυς Μητροπολίτης Ἀδριανουπόλως, Ἰωάσαφ ὁ Ῥόδιος, Μελέτιος ὁ Χῖος, Ἰωσὴφ ὁ ἐκ Φουρνᾶ, Ἀνανίας, Μελέτιος ὁ Χῖος καὶ Ἰάκωβος ὁ Χῖος.
Ἐν Σύρῳ· Διονύσιος ὀ ἐν Σκιάθῳ, ὁ Ἐπιφανιάδης.
Ἐν Πόρῳ· Φιλόθεος Γεωργίου καὶ Ἱερόθεος Βοσυνιώτης.
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κολλυβάδων Πατέρων τὴν χορείαν τιμήσωμεν, Πνεύματος Ἁγίου τοὺς μύστας, οἰκονόμους τῆς χάριτος, Χριστοῦ τὸ Εὐαγγέλιον ἡμῖν, ἐδίδαξαν ἐν χρόνοις χαλεποῖς· καὶ ἀστέρες ὡς ὑπέρφωτοι τῶν ψυχῶν, τῆς πλάνης σκότος λύουσιν· χαίροις, τῶν θεοφόρων ἡ πλειάς, χαίρετε γένους στήριγμα, χαίρετε ἀληθείας οἱ πυρσοί, καὶ πίστεως ἐκφάντορες.
Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Κατὰ χρέος ἅπαντες, τῶν Κολλυβάδων, τὴν χορείαν μέλψωμεν, τοὺς ἐν ὑστέροις τοῖς καιροῖς, τρανῶς ἡμῖν ἐκδιδάξαντας· τῆς ἀληθείας, τὸ μέγα μυστήριον.
Έτερον Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῶν Κολλυβάδων τόν χορόν ἐγκωμιάσωμεν, τόν ἐν ὑστέροις τοῖς καιροῖς μεγαλουργήσαντα, ἐν σοφίᾳ καί συνέσει θεοκινήτῳ. Ἐκ τοῦ Ἄθωνος αἰθρίως ἁνατείλαντα, καί τήν κτίσιν ὑπερκάλως ὡραΐσαντα· πόθῳ μέλποντες· Λόγου χαίρετε σάλπιγγες.
Μεγαλυνάριον
Χαίρετε Πατέρες θεοειδεῖς, Κολλυβάδες θεῖεοι, Ἐκκλησία σάλπιγξ χρυσῆ·
χαίρετε οἱ πράξει, καὶ λόγῳ δαδουχοῦντες, πιστοὺς εἰς τὸ γινώσκειν, δόγματα ἅγια.
Ὁ Οἶκος
Ἄπρατον τοῦ Κυρίου καί ἀνώνητον χάριν ἐκτήσασθε σοφοί Κολλυβάδες· ἐν ὁσίοις τρόποις ἐπί γῆς καλῶς αὐτήν ἐμπορευσάμενοι, καί ἄχρι βίου τελευτῆς ὑμῶν, ἐν ἀκριβεῖ συνέσει καί καρδίας καθαρότητι, φυλάξαντες ταύτην ἀμέμπτως. Διό καί χορηγεῑτε δαψιλεῖ χρηστότητι τὰς δωρεάς, τοῖς ἐπαινοῦσι τά ἐξαίρετα τῆς πολιτείας ὑμῶν ἔπαθλα, καί ψάλλουσιν ἀνεμποδίστως ταῦτα·
Χαίρετε ἔσοπτρα τῆς σοφίας·
χαίρετε ἄροτρα ἀληθείας.
Χαίρετε τοῦ θείου λόγου οἱ ἀκάματοι σπορεῖς·
χαίρετε θεολογίας οὐρανίου σκαπανεῖς.
Χαίρετε τούς ἐν τῇ πλάνῃ σώσαντες Χριστοῦ σαγήνη·
χαίρετε ψυχάς πεινώντων θρέψαντες δικαιοσύνῃ.
Χαίρετε Σταυρόν Κυρίου ἄραντες προθύμῳ γνώμῃ·
χαίρετε ζυγόν τοῦ σκότους ἐκτινάξαντες ὡς κόνιν.
Χαίρετε Εὐαγγελίου οἱ κηρύξαντες τούς νόμους·
χαίρετε καρδίας δέει στέρξαντες θεσμοὺς πατρῴους.
Χαίρετε τῆς ἡσυχίας τῆς καλλίστης ἐρασταί·
χαίρετε τοῦ Παραδείσου λαμπροφόροι οἰκισταί.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ.
(Μετά τήν α΄ στιχολογιάν)
Τἁς σάλπιγγας Χριστοῦ, τάς ἠχούσας τῷ κόσμῳ, ζωῆς ἀληθινῆς, τόν θεόσδοτον νόμον, Πατέρας οὐρανόφρονας, Κολλυβάδας θαυμάσωμεν τούτοις χαίρετε, ἀπό καρδίας βοῶντες· τῆς ἀμείνονος, χαρᾶς ἡμᾶς κοινωνῆσαι, ἀξίους ποιήσατε.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
(Μετά τήν β΄ στιχολογιάν)
Τούς θεωρούς τῆς λαμπρᾶς φωτοχυσίας, καί κοινωνοῦντας τῆς ὑψίστης κληρουχίας, τούς ὡς Παῦλος τά κάλλη, οὐρανοῦ ὁρῶντας, Πατέρας τούς Κολλυβάδας οἱ γηγενεῖς, τιμῶντες ἐν ἐτησίοις ἑορτασμοῖς· πόθῳ κρείττονι εἴπωμεν, τῆς Ἀναστάσεως ἰδεῖν, ἡμᾶς καταξιώσατε· τήν ἀγήρω τερπνότητα.
Έτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
(Μετά τόν Πολυέλεον)
Τά κειμήλια πιστοί, τῶν θεοσδότων δωρεῶν, καί χαρίτων δαψιλῶν, τοὺς πληρεστάτους ποταμούς, τούς Κολλυβάδας Πατέρες μεγαλυνοῦμεν. Τούτων τήν πολλήν ἐκθειάζοντες, δόξαν ἐκ Θεοῦ, ἥν ἐκτήσαντο· ὅτι φθαρτῶν ἠλὸγησαν ἐμφρόνως, ἵνα Κυρίῳ ἀρέσωσιν· Αὐτῶν ζηλοῦντες τήν πολιτείαν, τῶν κακῶν ἀποστῶμεν.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Ἀνέστης ἐκ νεκρῶν.
Πατὲρων Ἱερῶν, Κολλυβάδων τήν μνήμην, αἰνέσωμεν πιστοί, χαρμονικῶς βοῶντες· χαίρετε μαργαρίτες, τῆς Ἐκκλησίας οἱ πολυτίμητον χαίρετε, εὐλογίας· τῆς οὐρανίου πηγαί ἀθόλωτοι, Θεοφανείας ἔσοπτρα λαμπρά, καί φίλοι τῆς σοφίας.