0:00
/
0:00

Χριστουγεννιάτικοι Ὕμνοι τοῦ Ἁγίου Κοσμᾶ του Μελωδοῦ

Ὁ χορὸς ψαλτῶν «Ἀντιφωνικὸν Μέλος» ψάλλει τὸν πεζὸ κανόνα τῆς Ἑορτῆς τῶν Χριστουγέννων σὲ ποίηση τοῦ Ἁγίου Κοσμᾶ του Μελωδοῦ ὑπὸ τὴν διεύθυνση τοῦ Πρωτοψάλτου Γεωργίου Καμαριάρη.

Ἐκκλησιαστικοὶ Ὕμνοι | Λειτουργικά Κείμενα | Χριστούγεννα


"Χριστός γεννάται δοξάσατε" Δημοσθένη Παϊκόπουλου (Ήχος α΄) - Αντιφωνικό Μέλος | Poimin.gr
Ὁ χορὸς ψαλτῶν «Ἀντιφωνικὸν Μέλος» ὑπὸ τὴν διεύθυνση τοῦ Γεωργίου Καμαργιάρη

Πεζὸς Κανὼν τῶν Χριστουγέννων, Κοσμᾶ τοῦ Μελῳδοῦ

ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.

Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε, φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ὁ Εἱρμός.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.


Βυζαντινὸς χορὸς «Ἀντιφωνικὸν Μέλος» ὑπὸ τὴ διεύθυνση τοῦ Γεωργίου Καμαριάρη

Ψάλλουν οἱ:
Ἀργυρόπουλος Διαμαντῆς, Πρωτοψάλτης Ἁγίου Σπυρίδωνα Πειραιᾶ
Ἀσημακόπουλος Περικλῆς, Πρωτοψάλτης Ἁγίου Δημητρίου Νέου Φαλήρου
Κοσσένας Γεώργιος, Πρωτοψάλτης Ἁγίου Τρύφωνα Παλλήνης
Παπαγεωργίου Βασίλης, Λαμπαδάριος Ἁγίας Μαρίνας Ἐκάλης
Παπαϊωάννου Βασίλης, Λαμπαδάριος Ἁγίου Σώστη Συγγροῦ
Πλευρίτης Ἰωάννης, Πρωτοψάλτης Ἁγίου Ἀρτεμίου Παγκρατίου
Σαραφίδης Χρυσοβαλάντης, Πρωτοψάλτης Ἁγίου Γεωργίου Περιστερίου
Τανάγρας Δημήτρης, Πρωτοψάλτης Μεταμορφώσεως Σωτῆρος Δροσιᾶς Χαλκίδας

Ἰσοκρατοὺν οἱ:
Καλαπανίδας Χαράλαμπος, Πρωτοψάλτης Κοίμησης Θεοτόκου Νέου Κόσμου
Μπιθιγκότζης Κωνσταντῖνος, Λαμπαδάριος Ἁγίας Τριάδας Πετρούπολης
Τρασάνης Χάρης, Λαμπαδάριος Ἁγίου Δημητρίου Πάνορμου, Ἀθήνα
Χατζὴς Κωνσταντῖνος, Πρωτοψάλτης Κοίμησης Θεοτόκου Χασιάς


Τονισμὸς | Δημοσθένη Παϊκόπουλου (Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ε.)
Ἠχογράφηση βίντεο | Ἱερὸς Ναὸς Ἁγίου Γεωργίου Κυνοσάργους
Παραγωγὴ | Ποιμήν

Discussion about this video